Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.121 Joseph. AJ 13.127 (English) >>Joseph. AJ 13.132

13.125κατηγορούντων δὲ αὐτοῦ τῶν φυγάδων Δημήτριος οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ παρακαλέσαντος αὐτόν, ὅπως ὑπὲρ τῆς Ἰουδαίας ἁπάσης καὶ τῶν τριῶν τοπαρχιῶν Σαμαρείας καὶ Ἰόππης καὶ Γαλιλαίας τριακόσια τελῇ τάλαντα, δίδωσιν καὶ περὶ πάντων ἐπιστολάς, αἳ περιεῖχον τοῦτον τὸν τρόπον· 13.126βασιλεὺς Δημήτριος Ἰωνάθῃ τῷ ἀδελφῷ καὶ τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. τὸ ἀντίγραφον τῆς ἐπιστολῆς ἧς ἔγραψα Λασθένει τῷ συγγενεῖ ἡμῶν ἀπεστάλκαμεν ὑμῖν, ἵνα εἰδῆτε. 13.127βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν. τῷ Ἰουδαίων ἔθνει ὄντι φίλῳ καὶ τὰ δίκαια τὰ πρὸς ἡμᾶς φυλάττοντι τῆς εὐνοίας ἔκρινα χάριν παρασχεῖν. καὶ τοὺς τρεῖς νομοὺς Ἀφαίρεμα καὶ Λύδδα καὶ Ῥαμαθαιν, οἳ τῇ Ἰουδαίᾳ προσετέθησαν ἀπὸ τῆς Σαμαρείτιδος, καὶ τὰ προσκυροῦντα τούτοις, 13.128ἔτι τε ὅσα παρὰ τῶν θυόντων ἐν Ἱεροσολύμοις ἐλάμβανον οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἀπὸ τῶν καρπῶν τῆς γῆς καὶ τῶν φυτῶν, καὶ τἆλλα τὰ προσήκοντα ἡμῖν, καὶ τὰς λίμνας τῶν ἁλῶν καὶ τοὺς κομιζομένους ἡμῖν στεφάνους ἀφίημι αὐτοῖς, καὶ οὐδὲν παραβιβασθήσεται τούτων ἀπὸ τοῦ νῦν οὐδὲ εἰς τὸν ἅπαντα χρόνον. φρόντισον οὖν, ἵνα τούτων ἀντίγραφον γένηται καὶ δοθῇ Ἰωνάθῃ καὶ ἐν ἐπισήμῳ τόπῳ τοῦ ἁγίου ἱεροῦ τεθῇ.” 13.129 τὰ μὲν δὴ γραφέντα ταῦτα ἦν. ὁρῶν δὲ Δημήτριος εἰρήνην οὖσαν καὶ μηδένα κίνδυνον μηδὲ πολέμου φόβον ὑπάρχοντα διέλυσε τὴν στρατιὰν καὶ τὸν μισθὸν αὐτῶν ἐμείωσεν, καὶ μόνοις τοῦτον ἐχορήγει τοῖς ξενολογηθεῖσιν, οἳ συνανέβησαν ἐκ Κρήτης αὐτῷ καὶ ἐκ τῶν ἄλλων νήσων.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.121 Joseph. AJ 13.127 (English) >>Joseph. AJ 13.132

Powered by PhiloLogic